Bibles in ancient languages
Old translations
Modern translations

Septante Numbers 26

Pentateuch
Historical books
Poetical Writings
Prophetic Books
Chapter
Verses
1
Καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων

Kaì egéneto metà tḕn plēgḕn kaì elálēsen kýrios pròs Mōysē̂n kaì pròs Eleazar tòn hieréa légōn

2
Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ.

Labè tḕn archḕn pásēs synagōgē̂s hyiō̂n Israēl apò eikosaetoûs kaì epánō kat’ oíkous patriō̂n autō̂n, pâs ho ekporeuómenos paratáxasthai en Israēl.

3
καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων

kaì elálēsen Mōysē̂s kaì Eleazar ho hiereùs en Arabōth Mōab epì toû Iordánou katà Ierichō légōn

4
’Απὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. Καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου·

’Apò eikosaetoûs kaì epánō, hòn trópon synétaxen kýrios tō̂i Mōysē̂i. Kaì hoi hyioì Israēl hoi exelthóntes ex Aigýptou:

5
Ρουβην πρωτότοκος Ισραηλ. υἱοὶ δὲ Ρουβην· Ενωχ καὶ δῆμος τοῦ Ενωχ· τῷ Φαλλου δῆμος τοῦ Φαλλουι·

Roubēn prōtótokos Israēl. hyioì dè Roubēn: Enōch kaì dē̂mos toû Enōch: tō̂i Phallou dē̂mos toû Phalloui:

6
τῷ Ασρων δῆμος τοῦ Ασρωνι· τῷ Χαρμι δῆμος τοῦ Χαρμι.

tō̂i Asrōn dē̂mos toû Asrōni: tō̂i Charmi dē̂mos toû Charmi.

7
οὗτοι δῆμοι Ρουβην· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

hoûtoi dē̂moi Roubēn: kaì egéneto hē epískepsis autō̂n treîs kaì tessarákonta chiliádes kaì heptakósioi kaì triákonta.

8
καὶ υἱοὶ Φαλλου· Ελιαβ.

kaì hyioì Phallou: Eliab.

9
καὶ υἱοὶ Ελιαβ· Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου,

kaì hyioì Eliab: Namouēl kaì Dathan kaì Abirōn: hoûtoi epíklētoi tē̂s synagōgē̂s, hoûtoí eisin hoi episystántes epì Mōysē̂n kaì Aarōn en tē̂i synagōgē̂i Kore en tē̂i episystásei kyríou,

10
καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέϕαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ,

kaì anoíxasa hē gē̂ tò stóma autē̂s katépien autoùs kaì Kore en tō̂i thanátōi tē̂s synagōgē̂s autoû, hóte katéphagen tò pŷr toùs pentḗkonta kaì diakosíous, kaì egenḗthēsan en sēmeíōi,

11
οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον.

hoi dè hyioì Kore ouk apéthanon.

12
Καὶ οἱ υἱοὶ Συμεων· ὁ δῆμος τῶν υἱῶν Συμεων· τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι· τῷ Ιαμιν δῆμος ὁ Ιαμινι· τῷ Ιαχιν δῆμος ὁ Ιαχινι·

Kaì hoi hyioì Symeōn: ho dē̂mos tō̂n hyiō̂n Symeōn: tō̂i Namouēl dē̂mos ho Namouēli: tō̂i Iamin dē̂mos ho Iamini: tō̂i Iachin dē̂mos ho Iachini:

13
τῷ Ζαρα δῆμος ὁ Ζαραϊ· τῷ Σαουλ δῆμος ὁ Σαουλι.

tō̂i Zara dē̂mos ho Zaraï: tō̂i Saoul dē̂mos ho Saouli.

14
οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.

hoûtoi dē̂moi Symeōn ek tē̂s episképseōs autō̂n, dýo kaì eíkosi chiliádes kaì diakósioi.

15
Υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν· καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν.

Hyioì dè Iouda: Ēr kaì Aunan: kaì apéthanen Ēr kaì Aunan en gē̂i Chanaan.

16
ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν· τῷ Σηλων δῆμος ὁ Σηλωνι· τῷ Φαρες δῆμος ὁ Φαρες· τῷ Ζαρα δῆμος ὁ Ζαραϊ.

egénonto dè hoi hyioì Iouda katà dḗmous autō̂n: tō̂i Sēlōn dē̂mos ho Sēlōni: tō̂i Phares dē̂mos ho Phares: tō̂i Zara dē̂mos ho Zaraï.

17
καὶ ἐγένοντο υἱοὶ Φαρες· τῷ Ασρων δῆμος ὁ Ασρωνι· τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι.

kaì egénonto hyioì Phares: tō̂i Asrōn dē̂mos ho Asrōni: tō̂i Iamoun dē̂mos ho Iamouni.

18
οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.

hoûtoi dē̂moi tō̂i Iouda katà tḕn episkopḕn autō̂n, hèx kaì hebdomḗkonta chiliádes kaì pentakósioi.

19
Καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν· τῷ θωλα δῆμος ὁ θωλαϊ· τῷ Φουα δῆμος ὁ Φουαϊ·

Kaì hyioì Issachar katà dḗmous autō̂n: tō̂i thōla dē̂mos ho thōlaï: tō̂i Phoua dē̂mos ho Phouaï:

20
τῷ Ιασουβ δῆμος ὁ Ιασουβι· τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι.

tō̂i Iasoub dē̂mos ho Iasoubi: tō̂i Samaran dē̂mos ho Samarani.

21
οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι.

hoûtoi dē̂moi Issachar ex episképseōs autō̂n, téssares kaì hexḗkonta chiliádes kaì triakósioi.

22
Υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν· τῷ Σαρεδ δῆμος ὁ Σαρεδι· τῷ Αλλων δῆμος ὁ Αλλωνι· τῷ Αλληλ δῆμος ὁ Αλληλι.

Hyioì Zaboulōn katà dḗmous autō̂n: tō̂i Sared dē̂mos ho Saredi: tō̂i Allōn dē̂mos ho Allōni: tō̂i Allēl dē̂mos ho Allēli.

23
οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.

hoûtoi dē̂moi Zaboulōn ex episképseōs autō̂n, hexḗkonta chiliádes kaì pentakósioi.

24
Υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν· τῷ Σαϕων δῆμος ὁ Σαϕωνι· τῷ Αγγι δῆμος ὁ Αγγι· τῷ Σουνι δῆμος ὁ Σουνι·

Hyioì Gad katà dḗmous autō̂n: tō̂i Saphōn dē̂mos ho Saphōni: tō̂i Angi dē̂mos ho Angi: tō̂i Souni dē̂mos ho Souni:

25
τῷ Αζενι δῆμος ὁ Αζενι· τῷ Αδδι δῆμος ὁ Αδδι·

tō̂i Azeni dē̂mos ho Azeni: tō̂i Addi dē̂mos ho Addi:

26
τῷ Αροαδι δῆμος ὁ Αροαδι· τῷ Αριηλ δῆμος ὁ Αριηλι.

tō̂i Aroadi dē̂mos ho Aroadi: tō̂i Ariēl dē̂mos ho Ariēli.

27
οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.

hoûtoi dē̂moi hyiō̂n Gad ex episképseōs autō̂n, tessarákonta chiliádes kaì pentakósioi.

28
Υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν· τῷ Ιαμιν δῆμος ὁ Ιαμινι· τῷ Ιεσου δῆμος ὁ Ιεσουι· τῷ Βαρια δῆμος ὁ Βαριαϊ·

Hyioì Asēr katà dḗmous autō̂n: tō̂i Iamin dē̂mos ho Iamini: tō̂i Iesou dē̂mos ho Iesoui: tō̂i Baria dē̂mos ho Bariaï:

29
τῷ Χοβερ δῆμος ὁ Χοβερι· τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι.

tō̂i Chober dē̂mos ho Choberi: tō̂i Melchiēl dē̂mos ho Melchiēli.

30
καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα.

kaì tò ónoma thygatròs Asēr Sara.

31
οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

hoûtoi dē̂moi Asēr ex episképseōs autō̂n, treîs kaì pentḗkonta chiliádes kaì tetrakósioi.

32
Υἱοὶ Ιωσηϕ κατὰ δήμους αὐτῶν· Μανασση καὶ Εϕραιμ.

Hyioì Iōsēph katà dḗmous autō̂n: Manassē kaì Ephraim.

33
υἱοὶ Μανασση· τῷ Μαχιρ δῆμος ὁ Μαχιρι· καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ· τῷ Γαλααδ δῆμος ὁ Γαλααδι.

hyioì Manassē: tō̂i Machir dē̂mos ho Machiri: kaì Machir egénnēsen tòn Galaad: tō̂i Galaad dē̂mos ho Galaadi.

34
καὶ οὗτοι υἱοὶ Γαλααδ· τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι· τῷ Χελεγ δῆμος ὁ Χελεγι·

kaì hoûtoi hyioì Galaad: tō̂i Achiezer dē̂mos ho Achiezeri: tō̂i Cheleg dē̂mos ho Chelegi:

35
τῷ Εσριηλ δῆμος ὁ Εσριηλι· τῷ Συχεμ δῆμος ὁ Συχεμι·

tō̂i Esriēl dē̂mos ho Esriēli: tō̂i Sychem dē̂mos ho Sychemi:

36
τῷ Συμαερ δῆμος ὁ Συμαερι· καὶ τῷ Οϕερ δῆμος ὁ Οϕερι.

tō̂i Symaer dē̂mos ho Symaeri: kaì tō̂i Opher dē̂mos ho Opheri.

37
καὶ τῷ Σαλπααδ υἱῷ Οϕερ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ’ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ· Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ θερσα.

kaì tō̂i Salpaad hyiō̂i Opher ouk egénonto autō̂i hyioí, all’ ḕ thygatéres, kaì taûta tà onómata tō̂n thygatérōn Salpaad: Mala kaì Noua kaì Egla kaì Melcha kaì thersa.

38
οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.

hoûtoi dē̂moi Manassē ex episképseōs autō̂n, dýo kaì pentḗkonta chiliádes kaì heptakósioi.

39
Καὶ οὗτοι υἱοὶ Εϕραιμ· τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ· τῷ Ταναχ δῆμος ὁ Ταναχι.

Kaì hoûtoi hyioì Ephraim: tō̂i Soutala dē̂mos ho Soutalaï: tō̂i Tanach dē̂mos ho Tanachi.

40
οὗτοι υἱοὶ Σουταλα· τῷ Εδεν δῆμος ὁ Εδενι.

hoûtoi hyioì Soutala: tō̂i Eden dē̂mos ho Edeni.

41
οὗτοι δῆμοι Εϕραιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.οὗτοι δῆμοι υἱῶν Ιωσηϕ κατὰ δήμους αὐτῶν.

hoûtoi dē̂moi Ephraim ex episképseōs autō̂n, dýo kaì triákonta chiliádes kaì pentakósioi.hoûtoi dē̂moi hyiō̂n Iōsēph katà dḗmous autō̂n.

42
Υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν· τῷ Βαλε δῆμος ὁ Βαλεϊ· τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι· τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι·

Hyioì Beniamin katà dḗmous autō̂n: tō̂i Bale dē̂mos ho Baleï: tō̂i Asybēr dē̂mos ho Asybēri: tō̂i Iachiran dē̂mos ho Iachirani:

43
τῷ Σωϕαν δῆμος ὁ Σωϕανι.

tō̂i Sōphan dē̂mos ho Sōphani.

44
καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ. καὶ Νοεμαν· τῷ Αδαρ δῆμος ὁ Αδαρι· τῷ Νοεμαν δῆμος ὁ Νοεμανι.

kaì egénonto hoi hyioì Bale Adar. kaì Noeman: tō̂i Adar dē̂mos ho Adari: tō̂i Noeman dē̂mos ho Noemani.

45
οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι.

hoûtoi hyioì Beniamin katà dḗmous autō̂n ex episképseōs autō̂n, pénte kaì tessarákonta chiliádes kaì hexakósioi.

46
Καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν· τῷ Σαμι δῆμος ὁ Σαμι· οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν.

Kaì hyioì Dan katà dḗmous autō̂n: tō̂i Sami dē̂mos ho Sami: hoûtoi dē̂moi Dan katà dḗmous autō̂n.

47
πάντες οἱ δῆμοι Σαμι κατ’ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.

pántes hoi dē̂moi Sami kat’ episkopḕn autō̂n téssares kaì hexḗkonta chiliádes kaì tetrakósioi.

48
Υἱοὶ Νεϕθαλι κατὰ δήμους αὐτῶν· τῷ Ασιηλ δῆμος ὁ Ασιηλι· τῷ Γαυνι δῆμος ὁ Γαυνι·

Hyioì Nephthali katà dḗmous autō̂n: tō̂i Asiēl dē̂mos ho Asiēli: tō̂i Gauni dē̂mos ho Gauni:

49
τῷ Ιεσερ δῆμος ὁ Ιεσερι· τῷ Σελλημ δῆμος ὁ Σελλημι.

tō̂i Ieser dē̂mos ho Ieseri: tō̂i Sellēm dē̂mos ho Sellēmi.

50
οὗτοι δῆμοι Νεϕθαλι ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.

hoûtoi dē̂moi Nephthali ex episképseōs autō̂n, pénte kaì tessarákonta chiliádes kaì tetrakósioi.

51
Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

Haútē hē epískepsis hyiō̂n Israēl, hexakósiai chiliádes kaì chílioi kaì heptakósioi kaì triákonta.

52
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Kaì elálēsen kýrios pròs Mōysē̂n légōn

53
Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·

Toútois meristhḗsetai hē gē̂ klēronomeîn ex arithmoû onomátōn:

54
τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν.

toîs pleíosin pleonáseis tḕn klēronomían kaì toîs eláttosin elattṓseis tḕn klēronomían autō̂n: hekástōi kathṑs epesképēsan dothḗsetai hē klēronomía autō̂n.

55
διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασιν κατὰ ϕυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·

dià klḗrōn meristhḗsetai hē gē̂: toîs onómasin katà phylàs patriō̂n autō̂n klēronomḗsousin:

56
ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.

ek toû klḗrou merieîs tḕn klēronomían autō̂n anà méson pollō̂n kaì olígōn.

57
Καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν· τῷ Γεδσων δῆμος ὁ Γεδσωνι· τῷ Κααθ δῆμος ὁ Κααθι· τῷ Μεραρι δῆμος ὁ Μεραρι.

Kaì hyioì Leui katà dḗmous autō̂n: tō̂i Gedsōn dē̂mos ho Gedsōni: tō̂i Kaath dē̂mos ho Kaathi: tō̂i Merari dē̂mos ho Merari.

58
οὗτοι δῆμοι υἱῶν Λευι· δῆμος ὁ Λοβενι, δῆμος ὁ Χεβρωνι, δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι. καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ.

hoûtoi dē̂moi hyiō̂n Leui: dē̂mos ho Lobeni, dē̂mos ho Chebrōni, dē̂mos ho Kore kaì dē̂mos ho Mousi. kaì Kaath egénnēsen tòn Amram.

59
καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι, ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελϕὴν αὐτῶν.

kaì tò ónoma tē̂s gynaikòs autoû Iōchabed thygátēr Leui, hḕ éteken toútous tō̂i Leui en Aigýptōi: kaì éteken tō̂i Amram tòn Aarōn kaì Mōysē̂n kaì Mariam tḕn adelphḕn autō̂n.

60
καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ.

kaì egennḗthēsan tō̂i Aarōn hó te Nadab kaì Abioud kaì Eleazar kaì Ithamar.

61
καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσϕέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα.

kaì apéthanen Nadab kaì Abioud en tō̂i prosphérein autoùs pŷr allótrion énanti kyríou en tē̂i erḗmōi Sina.

62
καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ.

kaì egenḗthēsan ex episképseōs autō̂n treîs kaì eíkosi chiliádes, pân arsenikòn apò mēniaíou kaì epánō: ou gàr synepesképēsan en mésōi hyiō̂n Israēl, hóti ou dídotai autoîs klē̂ros en mésōi hyiō̂n Israēl.

63
Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω.

Kaì haútē hē epískepsis Mōysē̂ kaì Eleazar toû hieréōs, hoì epesképsanto toùs hyioùs Israēl en Arabōth Mōab epì toû Iordánou katà Ierichō.

64
καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα·

kaì en toútois ouk ē̂n ánthrōpos tō̂n epeskemménōn hypò Mōysē̂ kaì Aarōn, hoùs epesképsanto toùs hyioùs Israēl en tē̂i erḗmōi Sina:

65
ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείϕθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεϕοννη καὶ ’Ιησοῦς ὁ τοῦ Ναυη.

hóti eîpen kýrios autoîs thanátōi apothanoûntai en tē̂i erḗmōi: kaì ou kateleíphthē ex autō̂n oudè heîs plḕn Chaleb hyiòs Iephonnē kaì ’Iēsoûs ho toû Nauē.