Bibles in ancient languages
Old translations
Modern translations

Septante Numbers 36

Pentateuch
Historical books
Poetical Writings
Prophetic Books
Chapter
Verses
1
Καὶ προσῆλθον οἱ ἄρχοντες ϕυλῆς υἱῶν Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση ἐκ τῆς ϕυλῆς υἱῶν Ιωσηϕ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ισραηλ

Kaì prosē̂lthon hoi árchontes phylē̂s hyiō̂n Galaad hyioû Machir hyioû Manassē ek tē̂s phylē̂s hyiō̂n Iōsēph kaì elálēsan énanti Mōysē̂ kaì énanti Eleazar toû hieréōs kaì énanti tō̂n archóntōn oíkōn patriō̂n hyiō̂n Israēl

2
καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν Σαλπααδ τοῦ ἀδελϕοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ.

kaì eîpan Tō̂i kyríōi hēmō̂n eneteílato kýrios apodoûnai tḕn gē̂n tē̂s klēronomías en klḗrōi toîs hyioîs Israēl, kaì tō̂i kyríōi synétaxen kýrios doûnai tḕn klēronomían Salpaad toû adelphoû hēmō̂n taîs thygatrásin autoû.

3
καὶ ἔσονται ἑνὶ τῶν ϕυλῶν υἱῶν Ισραηλ γυναῖκες, καὶ ἀϕαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς ϕυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀϕαιρεθήσεται.

kaì ésontai henì tō̂n phylō̂n hyiō̂n Israēl gynaîkes, kaì aphairethḗsetai ho klē̂ros autō̂n ek tē̂s kataschéseōs tō̂n patérōn hēmō̂n kaì prostethḗsetai eis klēronomían tē̂s phylē̂s, hoîs àn génōntai gynaîkes, kaì ek toû klḗrou tē̂s klēronomías hēmō̂n aphairethḗsetai.

4
ἐὰν δὲ γένηται ἡ ἄϕεσις τῶν υἱῶν Ισραηλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς ϕυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας ϕυλῆς πατριᾶς ἡμῶν ἀϕαιρεθήσεται ἡ κληρονομία αὐτῶν.

eàn dè génētai hē áphesis tō̂n hyiō̂n Israēl, kaì prostethḗsetai hē klēronomía autō̂n epì tḕn klēronomían tē̂s phylē̂s, hoîs àn génōntai gynaîkes, kaì apò tē̂s klēronomías phylē̂s patriâs hēmō̂n aphairethḗsetai hē klēronomía autō̂n.

5
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ διὰ προστάγματος κυρίου λέγων Οὕτως ϕυλὴ υἱῶν Ιωσηϕ λέγουσιν.

kaì eneteílato Mōysē̂s toîs hyioîs Israēl dià prostágmatos kyríou légōn Hoútōs phylḕ hyiō̂n Iōsēph légousin.

6
τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπααδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες,

toûto tò rhē̂ma, hò synétaxen kýrios taîs thygatrásin Salpaad légōn Hoû aréskei enantíon autō̂n, éstōsan gynaîkes, plḕn ek toû dḗmou toû patròs autō̂n éstōsan gynaîkes,

7
καὶ οὐχὶ περιστραϕήσεται κληρονομία τοῖς υἱοῖς Ισραηλ ἀπὸ ϕυλῆς ἐπὶ ϕυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς ϕυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ.

kaì ouchì peristraphḗsetai klēronomía toîs hyioîs Israēl apò phylē̂s epì phylḗn, hóti hékastos en tē̂i klēronomíāi tē̂s phylē̂s tē̂s patriâs autoû proskollēthḗsontai hoi hyioì Israēl.

8
καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν ϕυλῶν υἱῶν Ισραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ·

kaì pâsa thygátēr anchisteúousa klēronomían ek tō̂n phylō̂n hyiō̂n Israēl henì tō̂n ek toû dḗmou toû patròs autē̂s ésontai gynaîkes, hína anchisteúsōsin hoi hyioì Israēl hékastos tḕn klēronomían tḕn patrikḕn autoû:

9
καὶ οὐ περιστραϕήσεται κλῆρος ἐκ ϕυλῆς ἐπὶ ϕυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ.

kaì ou peristraphḗsetai klē̂ros ek phylē̂s epì phylḕn hetéran, allà hékastos en tē̂i klēronomíāi autoû proskollēthḗsontai hoi hyioì Israēl.

10
ὃν τρόπον συνέταξεν κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατέρες Σαλπααδ,

hòn trópon synétaxen kýrios Mōysē̂i, hoútōs epoíēsan thygatéres Salpaad,

11
καὶ ἐγένοντο θερσα καὶ Εγλα καὶ Μελχα καὶ Νουα καὶ Μααλα θυγατέρες Σαλπααδ τοῖς ἀνεψιοῖς αὐτῶν·

kaì egénonto thersa kaì Egla kaì Melcha kaì Noua kaì Maala thygatéres Salpaad toîs anepsioîs autō̂n:

12
ἐκ τοῦ δήμου τοῦ Μανασση υἱῶν Ιωσηϕ ἐγενήθησαν γυναῖκες, καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν ϕυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.

ek toû dḗmou toû Manassē hyiō̂n Iōsēph egenḗthēsan gynaîkes, kaì egéneto hē klēronomía autō̂n epì tḕn phylḕn dḗmou toû patròs autō̂n.

13
Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω.

Haûtai hai entolaì kaì tà dikaiṓmata kaì tà krímata, hà eneteílato kýrios en cheirì Mōysē̂ epì dysmō̂n Mōab epì toû Iordánou katà Ierichō.